Ancient Greek
P.Kynopolites 1
Documentary Papyri, P.Kynopolites 1
Not analysed yet
Πλέμωμρις Ὥρου καὶ Κολλούθης Νεφερῶτος οἱ ἐξειληφότες τὸ τέλος τοῦ φαρμάκου καὶ τῆς κεδρίας τοῦ Κυνοπολίτου εἰς τὸ ἕν καὶ εἰκοστὸν ἔτος Ἁρεντώθηι Ἁρπαπασεῖτος καὶ τοῖς τούτου υἱοῖς χαίρειν. ἀπέσχομεν παρʼ ὑμῶν τὸ τέλος τοῦ φαρμάκου καὶ τῆς κεδρίας τοῦ αὐτοῦ ἑνὸς καὶ εἰκοστοῦ ἔτους ἀπὸ Θώυθ ἕως Μεσορὴ ἐπαγομένων πέμπτης καὶ οὐθὲν ὑμῖν ἐγκαλοῦμεν. ἔτους κα Μεσορὴ λ.