Ancient Greek
P.Kynopolites 2
Documentary Papyri, P.Kynopolites 2
Not analysed yet
Πλέωμρις Ὥρου καὶ Κολλούθης Νεφέρωτος οἱ ἐξειληφότες τὸ τέλος τῆς κεδρίας καὶ τοῦ φαρμάκου τοῦ Κυνοπολίτου Μεγχῇ Ψινεθύμιος χαίρειν. ἀπέχομεν παρὰ σοῦ τὸ τέλος τῆς κεδρίας καὶ τοῦ φαρμάκου τῆς θυγατρός σου διὰ νεκροτάφου Ἁρεντώθου τοῦ Ἁρπαπάσιτος καὶ οὐθὲν σοι ἐγκαλοῦμεν. ἔτους κβ Χοιακ κθ.