Ancient Greek
P.Laur. 3 66
Documentary Papyri, P.Laur. 3 66
Not analysed yet
Ἀμμωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ Ἁρποκρατίωνι τῷ καὶ Ἱέρακι βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ Ὡρίωνι κωμογραμματεῖ Φιλαδελφείας. παρὰ …ου Σαβίνου ἀναγραφομένου ἐπʼ ἀμφόδου Ὡρίωνος Ἱερακείου. ὑπάρχει μοι ἐν κώμῃ Φιλαδελφείᾳ …μέρος οἰκίας καὶ αὐλῆς, ὑπάρχει δὲ …νι μαμμῴου Μεμμίας ἐξ ἴσου …Νεμεσίλλα καὶ τὰ τέκνα αὐτῆς …ς… Μεμμίας αὐλὴν …ἑαυτῇ ἐν τῇ αὐτῇ κώμῃ οἰκίαν …αὐλῆς καὶ ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς καὶ αἰθρίου καὶ τὰ χρηστήρια καὶ ἐν ἑτέρῳ τόπῳ ψιλὸς τόπος ὁμοίως καὶ ἐν ἑτέρῳ τόπῳ ψιλὸς τόπος καὶ ἐν ἑτέρῳ τόπῳ οἰκίαν κοινὴν καὶ ἀδιαίρετον καὶ τὰ δουλικὰ σώματα τῆς προγεγραμμένης Νεμεσίλλης· Ἰσιδώραν ἐτῶν κε καὶ …ακτικ…ν ἐτῶν λγ καὶ Θερμουθᾶν ἐτῶν …ἅπερ ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος κη ἔτους Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφήν. Ὡρίων κώμογραμματεὺς ἔσχον τὰ ἴσα. ἔτους κθ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου …