Ancient Greek
P.Laur. 3 67
Documentary Papyri, P.Laur. 3 67
Not analysed yet
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Διοκλητιανοῦ τὸ ζ καὶ Μαξιμιανοῦ τὸ ϛ Σεβαστῶν. Αὐρηλίῳ Ζηναγένει στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Θωνείου, καὶ ὡς χρηματίζει, κυβερνήτου …ικου σκαφοπλώρου ἀγωγῆς ἀρταβῶν ……κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ διασημοτάτου καθολικοῦ Πομπωνίου Δόμνου πάντα ναύκληρον ἀπογράψασθαι ἃ κέκτηται πλοῖα, καὶ ἀκολούθως τοῖς ὑπὸ …προσταχθεῖσι ἀπογράφομαι κα… τὸν καὶ Διοσκουρίδην ὑπομνηματογράφον καὶ βουλευτὴν τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως τὸ προκείμενον πλοῖον ἀγωγῆς ἀρταβῶν ……ὃ τυγχάνει ὑπὸ ἀποστόλου τοῦ ……τοῦ Ἡρακλεοπολείτου, ὑπομνύμενος τὸν θεῖον ὅρκον μηδὲν διεψεῦσθαι ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους ιε καὶ ἔτους ιδ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους ζ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ ἐπιφανεστάτων Καισάρων Ἐπεὶφ κγ. Αὐρήλιος Θώνιος ἀπογράφομαι ὀμνύμενος τὸ πλοῖον ὡς πρόκιται. Αὐρήλιος …ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. …λίτραι