Ancient Greek
5.rdupl.26 to 5.v.1
Documentary Papyri, P.Lille 1 5.rdupl.26-5.v.1
Not analysed yet
αὐτοῖς δοθῆναι εἰς σπέρμα, ἐκ Κροκοδίλων πόλεως χόρτου σπέρματος ιδ· Δημητρίωι Ἀπολλωνίου εἰς τὴν παρὰ τὴν Λίμνην ἐν τῆι Μαιμάχου μερίδι, τοῦ ἐκ τοῦ κε ἔτους ἀρτάβας ρ· Παυῆι, ἐγμεμίσθωται μὲν ἀρούρας υη, ἔχει δὲ σπέρμα πυροῦ σνη, κριθῆς ρν, προσμετρῆσαι αὐτῶι, ἕως ἂν ἐπισκεψώμεθα, πυροῦ κ, καὶ εἰς πωολογίαν κριθῆς τοῦ ἐκ τοῦ κϛ ἔτους ἀρτάβας ν· Διονυσίωι Νουμηνίου, εἰς τὴν ἐν τοῖς περιχώμασι, ἀρτάβας ιβ ὧν τοῦ ἐκ τοῦ κε ἔτους, κε· Ἁρσιήσει Ὥρου, τοῦ ἐκ τοῦ κϛ ἔτους, ἀρτάβας λ· Πάσιτι Κελεύριος καὶ Φανήσει Πάσιτος καὶ Τωοῦτι Πάσιτος, τοῦ ἐκ τοῦ κϛ ἔτους λ. ἔρρωσο. ἔτους κϛ, Χοίαχ α ?. Ἐφάρμοστος Νικοστράτωι χαίρειν. σύνταξον μετρῆσαι Ἀλεξάνδρωι Ν… εἰς τὴν γῆν, ἣν μεμίσθωται παρὰ Πολέμωνος παρὰ τὴν Λίμνην ἐν τῆι …μερίδι, σπέρμα εἰς τὸν σπόρον τὸν ἐν τῶι κϛ ἔτει ἀπὸ τοῦ Ἰσιείου καὶ ἐκ Κροκοδίλων πόλεως εἰς πωολογίαν κριθοπύρου ἀρτάβας λ ὧν τοῦ ἐκ τοῦ β… ἔτους …το καὶ το… Θεστονήστου, ὧν ἐμισθώσατο παρὰ Πολέμωνος ἀρουρῶν σ ἀνὰ β 𐅵,σπέρμα εἰς ἑκάστην, πυροῦ ἀρτάβην α, ἐφʼ ὧι αὐτὸς ἐκ τοῦ ἰδίου ξυλοκοπήσει καὶ τὴν γῆν καθαρεῖ …,ἐκ Κροκοδίλων πόλεως α καὶ ἀπὸ τοῦ Ἰσιείου ἀρτάβας ο Πίστωι Μενελάου, Θεοδώρωι Ἡρώιδου, Ζωπυρίωνι Διοδώρου, ἐπιμεμέτρηνται τὰς ἀρτάβας κη, ἃς ἐγράψαμεν αὐτοῖς δοθῆναι εἰς σπέρμα ἐκ Κροκοδίλων πόλεως χόρτου ἐπιστολὴν χoίακ λ Παι… Χοίαχ δ ἔχουσι Χοίαχ α τὰ εἰς ἔργα οὐ δεδώκαμεν. Νικοστράτωι.