Ancient Greek
P.Lille 1 6
Documentary Papyri, P.Lille 1 6
Not analysed yet
ἔτους ζ Τῦβι προσαγγέλλει Κρησιλάωι Πετεσοῦχος Πάσιτος. διαβάντος μου ἐκ Τεβέτνου εἰς Κορφοτοῦν ἐπισκέψασθαι τὴν ἀδελφὴν συναντήσαντές μοί τινες ἔξω τῆς κώμης ὀψὲ τῆι η ε ἐξέδυσαν χιτῶνα ἄξιον δραχμῶν ϛ, ἱμάτιον τριβακὸν ἄξιον δραχμῶν ϛ καὶ ἀφείλοντό μου ωα κρόκης καὶ στήμονος ὁλκὴν μνᾶς τρεῖς χρυσῶι ἐλάσσω ἀξίαν δραχμῶν η, καὶ μαρσίππιον ἐν ὧι χαλκοῦ δραχμὰς ζ γίνονται δραχμαὶ κζ. ἔτους ζ Τῦβι προσαγγέλλει Κρησιλάωι Πετεσοῦχος Πάσιτος. διαβάντος μου ἐκ Τεβέτνου εἰς Κορφοτουν ἐπισκέψασθαι τὴν ἀδελφὴν συναντήσαντές μοι τινές ἔξω τῆς κώμης ὀψὲ τῆι η ἐξέδυσαν χιτῶνα ἄξιον δραχμῶν ϛ καὶ ἱμάτιον τριβακὸν …