Ancient Greek
P.Lille 1 9
Documentary Papyri, P.Lille 1 9
Not analysed yet
ὑπόμνημα Ἀσκληπιάδηι οἰκονόμωι παρʼ Ἀπόλλωνος τοῦ ἐξειληφότος τὴν διάθεσιν τοῦ ἐλαίου Καμίνων καὶ τὰ συνκύροντα. προσωφείληκα πρὸς τὴν σύνταξιν τοῦ Φαῶφι ἐλαίου μετρητὰς γ, διὰ τὸ τὸν ὅλμον πλείονος ε…ι…ς πεποιηκέναι ἐν τῶι Λαβυρύνθωι· εἰς δὲ τοῦτο ὑπάρχει μοι σησάμου ἐπὶ τῆς ἅλω εἰς ἀρτάβας ξ, ἃς ἀπομετρήσω τῶι βασιλεῖ ἕως Ἁθὺρ λ· ἐὰν οὖν σοι φαίνηται, γράψαι Ἁρχήβι τῶι οἰκονόμωι ει τὸ σήσαμον τοῦτο ν… ὑπάρχει μοι, καὶ μηθὲν ὀφείλειν τοῖς κυρίοις ἀπὸ τῶν …ν με ἄξια ἀπομετρῆσαι τὸ σήσαμον τῶι βασιλεῖ. εὐτύχει.