Ancient Greek
P.Lille 1 8
Documentary Papyri, P.Lille 1 8
Not analysed yet
ὑπόμνημα Νικάνορι παρὰ Φίβιος τοῦ Πάσιτος, γεωργοῦ ἐξ Ὀξυρύγχων τοῦ Ἀρσινοΐτου. γεωργῶ γῆν βασιλικὴν ἀρουρῶν ρξ, καὶ ἡ γῆ παρέστηκεν· ἔδωκά σοι καὶ πρότερον ἔντευξιν ὅτι ἀφῄρηταί μου Κρησίλαος ζεύγη ταυρικὰ β καὶ ὄνους θηλείας β καὶ πώλους β, οὐθὲν ὀφείλοντος ἐμοῦ αὐτῶι· καλῶς οὖν ποιήσεις μνησθεὶς Θεοδώρωι, ἵνα προστάξηι αὐτὸν ἀποδοῦναί μοι τὰ κτήνη, ὅπως δύνωμαι ἀναπληροῦν τὰ ἐκφόρια τῆς γῆς. εὐτύχει.