Ancient Greek
P.Lips. 1 104
Documentary Papyri, P.Lips. 1 104
Not analysed yet
Πετεσοῦχος Πανεβχούνιος Πετεαρσεμθεῖ καὶ Παγάνει Πανεβχούνιος Καρούρει Πανεβχούνιος καὶ Ὥρωι καὶ Πετεαρσεμθεῖ Ἐργενούφιος καὶ Πανεβχούνει Νεχούτου καὶ τῶι υἱῶι Πεκύσει καὶ Ὥρωι Πόρτιτος καὶ …Πακοίβκει Παττος καὶ τοῖς παιδίοις χαίρειν καὶ ἐρρῶσθαι· ἔρρωμαι δὲ καὶ αὐτὸς καὶ τὰ παιδία καὶ οἱ ἐν οἴκωι πάντες. περὶ ὧν ἂν αἱρῆσθε γράφετέ μοι. χάριν σοι ἔχω ἐφʼ αἷς γράφεις ἐπιστολαῖς. ὅταν ἡμῖν γράψῃς ἔνψυχόν τι λαμβάνω· ἐπισκοπεῖται ὑμᾶς Ἀλμέντις, Ψενοσῖρις, Φῖβις, Πατοῦς …Φάφις Ἐσθώτης καὶ οἱ παρʼ ἡμῶν πάντες. προστατεῖ ἡμῶν μεγάλως Πτολίων ὁ στρατηγὸς καὶ χάριν αὐτῶι μεγάλως ἔχομεν. διπλᾶ ἡμῖν ὧν Διοσκουρίδης ποιεῖ. ἄλυποι γίνεσθε περὶ ἐμοῦ εἰκῇ ἐφʼ ἀλλαχῇ βαδίζετε. ἔρρωσθε. ἔτους ιθ Παῦνι ιη. παρὰ Πετοσούχου τοῦ Πανεβχούνιος Πετεαρσεμθεῖ Πανεβχούνιος.