Ancient Greek
P.Lips. 1 106
Documentary Papyri, P.Lips. 1 106
Not analysed yet
Ἡρακλείδης Ἀπολλωνίωι τῷ φιλτάτῳ χαίρειν. ἔπεμψά σοι Πετερμοῦθιν Σύρου εἰληφότα δραχμὰς μ καὶ Διογᾶν Φιλαγριώτην δραχμὰς ρλβ καὶ Μύωπα δραχμὰς κ καὶ Σαβοῦλιν κόπτρων δραχμὰς λε καὶ οἰκοδόμητρα Φάτνης δραχμὰς θ γίνονται δραχμαὶ σλϛ. ἐὰν οὖν ὁ Πετερμοῦθις σὺν τῷ μετόχῳ ἀσφαλίζηταί σε διὰ τοῦ γραμματέως τῶν γεωργῶν καὶ τῶν πρεσβυτέρων τῆς προσόδου, μετρήσας αὐτοῦ τὸν γύον ?,πρὸς τὸ αἱροῦν πλήρωσον· βλέπε δέ, μηδενὶ ἄλλῳ δοῖς χαλκόν. ἔρρωσο. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Φαμενὼθ λ. πέμψον δέ μοι τῇ τρίτῃ ὀνάριον ἵνα κατέλθω ἐπὶ τῇ τετράδι πρὸς σέ, ἐάν σοι δοκῇ. Ἡρακλείδης Ἀπολλωνίῳ τῷ φιλτάτῳ.