Ancient Greek
P.Lips. 1 12
Documentary Papyri, P.Lips. 1 12
Not analysed yet
Αὐρηλία Σιλβανεία Παμούνιος μητρὸς Τισόιτος ὡς ἐτῶν νε οὐλὴ ἀντικνημίῳ δεξιοῦ ποδὸς ἀπὸ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ἀναγραφομένη ἐπʼ ἀμφόδου πόλεως λιβὸς ἔχουσα τὸ δίκαιον τῶν τέκνων μετʼ ἐγγυητοῦ εἰς ἔκτισιν τοῦ ἑξῆς ἐγγεραμμένου ἀργυρίου Αὐρηλίου Κελελύτιος Πλουταγένους μητρὸς Ταπώϊος ὡς ἐτῶν μγ οὐλὴ δακτύλῳ λιχανῷ ἀριστερᾶς χειρὸς ἀπὸ τῆς αὐτῆς πόλεως ἀναγραφομένου ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Αὐρηλίῳ Ὡρίωνι Ἀπολλωνίου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ δεδανεῖσθαι παρά σου διὰ χειρὸς ἐξ οἴκου σου χρῆσιν κεφαλαίου μόνου ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα ἑξήκοντα γίνονται ἀργυρίου τάλαντα ξ ἅπερ σοι ἀποδώσω ἐπὶ καταβολαῖς καταβαλοῦσα κατὰ μῆνα ἕκαστον ἀργυρίου ταλαντ… χειρόγραφον Σιλβανείας …μετʼ ἐγγυητοῦ εἰς ἔκτισιν …