Ancient Greek
P.Lips. 1 13
Documentary Papyri, P.Lips. 1 13
Not analysed yet
μετὰ τὴν ὑπατείαν Οὐαλεντινιανοῦ Αὐγούστου καὶ Φλαυίου Οὐάλεντος Αὐγούστου. …ος Φιλάμμων Ἑρμείου …Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ἑξῆς ὑπογράφων Αὐρηλίωι Ὠκεανίωι Διοσκουρίδου πολιτευομένωι τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ δεδανεῖσθαι παρά σου εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν διὰ χειρὸς ἐξ οἴκου σου χρῆσιν κεφαλαίου μόνου χρυσοῦ νομισμάτια δεσποτικὰ εὐχάρακτα δίζῳδα δύο γίνονται χρυσοῦ νομισμάτια β. ἐφʼ ᾧτε τούτων ἀκεραίων ὄντων καὶ ἀκινδύνων δοῦναί σοι καθʼ ἕκαστον μῆνα ὑπὲρ λόγου ἀποτάκτου ἐπικερδίας χρυσοῦ γράμματος τρίτον τοῦ χρόνου λογιζομένου ἀπὸ τοῦ ἑξῆς μηνὸς Ἁθὺρ τῆς ἐνεστῶσης η ἔτους ἰνδικτίωνος ἀνυπερθέτως μέχρι ἀποδόσεως τῶν προκειμένων νομισματίων δύο ἃ καὶ ἀποδώσω σοι ὁπηνίκα ἐὰν αἱρῇ μετὰ καὶ τῆς συναχθησομένης ἐπικερδίας, γενομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. τὸ γράμμα κύριον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φαῶφι κε. …Φιλάμμων ὁ προκείμενος ἔσχον τὰ τοῦ χρυσοῦ νομισμάτια δύο καὶ ἀποδώσω μετὰ τῆς συναχθεισομένης ἐπικερδίας ὡς πρόκειται. διʼ ἐμοῦ φιλοσαράπιδος ἐγράφη. χειρόγραφον Φιλάμμωνος Ἑρμείου ἀρ…