Ancient Greek
P.Lips. 1 37
Documentary Papyri, P.Lips. 1 37
Not analysed yet
μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Θεοδοσίου τοῦ αἰωνίου Αὐγούστου τὸ β καὶ Φλαυίου Κυνηγίου τοῦ λαμπροτάτου. Αὐρηλίῳ Ζηνοδότῳ …πιου προπολιτευομένῳ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ῥιπαρίῳ νομοῦ Ἑρμουπολίτου παρὰ Φλαυίου Ἰσιδώρου ἀπὸ βενεφικιαρίων τάξεως ἡγεμονίας Θηβαίδος. φθάσας μέντοι δὴ καὶ πρότερόν σοι πολλάκις ᾐτιασάμην Ἰωνᾶν Εὖτος καὶ Ἁτρῆτα Ἑρμίνου ποιμένας ἀπὸ κώμης Τελβώνθεως κακούργους ὡς ἐξαφέντας τὰς ἀγέλας τῶν …των αὐτῶν οὐχ ἅπαξ οὐ δεύτερον οὐ τρίτον εἰς τοὺς ἡμετέρους καρποὺς …αὐτοὺς …δι…ναντο. ἀλλʼ ἐπειδὴ οὐδεμία ἐπιστρέφια κατʼ αὐτῶν γεγένηται, διὰ τοῦτο πάλιν κατὰ τὴν πρόχθες ἡμέραν ἥτις ἐστὶν Παχὼν …ωδ…ου… συνηθῶς τὴν …ω…οι…χ… εἰς τὸ ἡμέτερον ὄργανον ἐξαφῆκαν πρὸς πιεῖν τ… ἑαυτῶν ἐν τοῖς αὐτοῖς πεδίοις μου προσεποιησα… ὁ ἡμέτερος ποιμὴν …βιος τὸ ὄνομα ἐκ …οἱ δὲ γυμνώσαντες εὐθὺς μετὰ ῥοπαλῶν πρ…ν… τὴν ἐπικιμένην αὐτοῦ ἐσθῆτα διαρήξαντες ἀφείλαντο, ἔπειτα κατέκοψαν πληγαῖς αὐτὸν κατά τε τῶν σκελῶν καὶ κατὰ τῶν ἄλλων μελῶν τοῦ σώματος, ἡμιθανὴν αὐτὸν καταστήσαντες ὡς καὶ φανερά ἐστιν τὰ προσφωνηθέντα ὑπὸ τῶν ἐπιθεωρησάντων τὰ πλήγματα, ἀδήλου οὔσης τῆς ἑαυτοῦ σωτηρίας. διὰ τοῦτο καὶ νῦν ἐπιδίδωμι τῇ σῇ λογιότητι τούσδε μου τοὺς λιβέλλους μαρτυρόμενος καὶ ἀξιῶν τούτους ἐν ἀσφαλεῖ εἶναι μέχρις τῆς εὐτυχοῦς ἐπιδημίας τοῦ κυρίου μου τοῦ ἄρχοντος· ἑτοιμότατα γὰρ ἔχω ἀπελένξαι ἐν τῷ ἀχράντῳ αὐτοῦ δικαστηρίῳ τούτους λῃστὰς ὁμολόγους καὶ ζῶα ἀπεληλακότας πολλάκις καὶ Ἰωνᾶν τὸν προκίμενον φονέα ἀποδεῖξαι. μετὰ τὴν προκειμένην, Παχὼν ι. Φλάυιος Ἰσίδωρος ὁ προκείμενος ἐπιδέδωκα. λίβελλος Ἰσιδώρου ἀπὸ βενεφικιαρίων