Ancient Greek
P.Lips. 1 39
Documentary Papyri, P.Lips. 1 39rpdupl
Not analysed yet
ὑπατείας τοῦ δεσπότου ἡμῶν Οὐαλεντινιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ δ καὶ Φλαυίου Νεωτερίου τοῦ λαμπροτάτου Χοίακ κζ. Αὐρηλίῳ Κύρῳ Φιλάμμωνος ἐνάρχῳ νυκτοστρατήγῳ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης παρὰ Αὐρηλίας Δημητρίας Εὐγενίου ἀπὸ τῆς αὐτῆς πόλεως. ἐχρῆν τοὺς ἅπαξ πειραθέντας ἐπιστρεφείας καὶ ἄρχοντος φόβου τοῦ λοιποῦ σωφρονεῖν καὶ μηκέτι κατὰ μηδενὸς ἀτόπημα διαπράξασθαι. κάλανδος τοίνυν, τὰ ἐναντία τούτου μελετῶν, ἐξ ὧν ἐτόλμησεν κατʼ ἐμοῦ μετὰ τὴν ἄνοδον τοῦ κυρίου μου τοῦ κόμιτος, μετὰ τὸ δοθὲν αὐτῷ ῥιπούδιον ὑπʼ ἐμοῦ μετὰ τὴν γενομένην μεταξὺ διάλυσιν εἰσέφρησεν ἑαυτὸν εἰς τὴν ἐμὴν ἑστίαν, ὡς ἐν βαρβάροις παρʼ οὐδὲν ἡγεῖται τὴν τῶν νόμων ἐπιστρέφειαν τύψας με ἀνελεῶς κλάσας καὶ χεῖρά μου ὡς καὶ τὰ ὑπώπια ἔχω ἀφʼ ὅλων τῶν ὠ… καὶ τῶν προς… διὰ τοῦτο ἐπιδίδωμι τῇ σῇ ἐπιεικείᾳ τάδε μου …δεομένη …