Ancient Greek
P.Lips. 1 45
Documentary Papyri, P.Lips. 1 45
Not analysed yet
ὑπατείας τοῦ δεσπότου ἡμῶν Γρατιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ β καὶ Φλαυίου Πρόβου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου. Φλαυίῳ Ἰσιδώρῳ ὀφφικιαλίῳ τάξεως ἡγεμονίας Θηβαίδος παρὰ Αὐρηλίου Σεμπρωνίου Σεμπρωνίου ἄρξαντος βουλευτοῦ Πανὸς πόλεως τῆς λαμπροτάτης. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως ἐνγεγυῆσθαι Αὐρηλίαν Διδύμην Ἀφθονίου ἀπὸ Πανὸς πόλεως τῆς λαμπροτάτης μεθοδευθεῖσαν ὑπὲρ τοῦ πατρὸς Ἀφθονίου ἐπιμελητοῦ ἐσθῆτος τρεισκαιδεκάτης ἰνδικτίονος κελευσθεῖσαν ἅμα σοι κατιέναι ἐπὶ τὴν λαμπροτάτην μεγαλόπολιν Ἀλεξάνδρειαν ἐπὶ τῷ αὐτὴν κατιέναι εἰς τὴν αὐτὴν Ἀλεξάνδρειαν καὶ μὴ ἀπολείπεσθαί σου ἕως ἐὰν τὰ κατʼ αὐτὴν πέρατος τύχηι εἴτε ἐπὶ τῆς Ἀλεξανδρέων, εἴτε ἐπὶ τῆς ἐπανόδου εἰ δὲ λιποτακτήσῃ καὶ μὴ παραστήσω αὐτήν, ἐγὼ αὐτὸς τὴν ὑπὲρ αὐτῆς χώραν ἀποπληρώσω σοι ἢ ἔνοχος εἴην τῷ θείῳ καὶ σεβασμίῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σεμπρώνιος Σεμπρωνίου ὁ προκείμενος ἐγγυῶμαι τὴν προκειμένην Διδύμιν καὶ παραστήσω ὡς πρόκειται. ἐγγύη …