Ancient Greek
P.Lips. 1 46
Documentary Papyri, P.Lips. 1 46
Not analysed yet
ὑπατείας τοῦ δεσπότου ἡμῶν Γρατιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ β καὶ Φλαυίου Πρόβου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου Μεσορὴ κθ. Φλαυίῳ Ἰσιδώρῳ ὀφφικιαλίῳ τάξεως ἡγεμονίας Θηβαίδος παρὰ Αὐρηλίου Ἀπολλωνίου Βησαπόλλωνος ἄρξαντος Πανὸς πόλεως. ὁμολογῶ ὀμνὺς τὴν θείαν καὶ οὐράνιον τύχην τῶν τὰ πάντα νικώντων δεσποτῶν ἡμῶν αἰωνίων Αὐγούστων Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ Γρατιανοῦ ἑκουσίως καὶ αὐθαιρέτως ἐγγυᾶσθαι Πανίσκον Μακαρίου ἐπιμελητὴν ἐσθῆτος τρεισκαιδεκάτης ἰνδικτίωνος κελευσθέντα καθιέναι εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν ἐπὶ τῷ αὐτὸν κατιέναι εἰς τὴν αὐτὴν Ἀλεξάνδρειαν καὶ μὴ ἀπολείπεσθαί σου ἕως ἐὰν τὰ κατʼ αὐτὸν πέρατος τύχῃ εἴτε ἐπὶ τῆς Ἀλεξανδρέων εἴτε ἐν τῇ ἐπανόδῳ ἐπὶ τὸ δικαστήριον, εἰ δὲ λιποτακτήσῃ καὶ μὴ παραστήσω αὐτὸν, ἐγὼ αὐτὸς τὸν ὑπὲρ αὐτοῦ λόγον ποιήσω ἢ ἔνοχος ἔσομαι τῶι θείῳ ὅρκῳ καὶ τῷ ἐπηρτημένῳ τούτωι κινδύνῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀπολλώνιος Βησαπόλλωνος ὁ προκείμενος ἐγγυῶμαι τὸν προκείμενον Πανίσκον ὡς πρόκειται. ἐγγύη Ἀπολλωνίου …