Ancient Greek
P.Lips. 1 48
Documentary Papyri, P.Lips. 1 48
Not analysed yet
Φλαυίοις Ἰσιδώρῳ καὶ Θεοδώρῳ ὀφφικιαλίοις τάξεως ἡγεμονίας Θηβαίδος παρὰ Αὐρηλίου Κανώπου Ψάϊτος ἀπὸ κεφαλαιωτῶν ιδ ἐπινεμήσεως ἀπὸ Ὑψηλιτῶν πόλεως. ὁμολογῶ ὀμνὺς τὸν θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν καλλινίκων αἰωνίων Αὐγούστων ἀναδεδέχθαι ὑμῖν Δανιὴλ Μικκάλου ἀπὸ κεφαλαιωτῶν τῆς ιγ ἐπινεμήσεως κελευσθέντα ἀπαντῆσαι εἰς τὴν τάξιν ἐφʼ ᾧ με αὐτὸν τὸν προειρημένον παραδοῦναι ὑμῖν ἐν τῇ καθόδῳ. εἰ δὲ μὴ τοῦτο ποιήσω, ἑτοιμότατα ἔχω τὴν χώραν αὐτοῦ ἀποπληρῶσαι πᾶσαν χώραν ἐν τῷ δικαστηρίωι, ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Δομιττίου Μοδέστου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Ἀρινθέου τοῦ λαμπροτάτου στρατηλάτου Μεσορὴ δ. Αὐρήλιος Κάνωπος ὁ προκείμενος ἐγγυῶμαι τὸν προκείμενον ἄνδρα ὡς πρόκειται. ἀναδοχὴ Δανιὴλ κεφαλαιωτοῦ Ὑψηλιτῶν διὰ Κανώπου ἐγγύου τοῦ Ὑψηλιτῶν κεφαλαιωτοῦ.