Ancient Greek
P.Lips. 1 49
Documentary Papyri, P.Lips. 1 49
Not analysed yet
Φλαυίοις Ἰσιδώρῳ καὶ Θεοδώρῳ ὀφφικιαλίοις τάξεως ἡγεμονίας Θηβαίδος Αὐρήλιος Ἀπόλλων ῥιπάριος τῆς Ὑψηλιτῶν πόλεως χαίρειν. ὁμολογῶ ὀμνὺς τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τῶν δεσποτῶν ἡμῶν καλλινίκων αἰωνίων Αὐγούστων ἑκουσίως καὶ αὐθαιρέτῳ γνώμῃ ἐγγυᾶσθαι Αὐρηλίους Ἀντίνοον Χαβρίου καὶ Αἰβούτιον Ἀμμωνίου ἀπὸ κεφαλαιωτῶν ια ἐπινεμήσεως καὶ Ἀμμωνῖνον Σιλβανοῦ καὶ Κάνωπον Ψάϊτος καὶ Ἀμμώνιον Χῶιν δὶα Χῶιν πατρὸς ἀπὸ κεφαλαιωτῶν ιδ ἐπινεμήσεως ἐπὶ τῷ αὐτοὺς ἀπαντῆσαι εἰς τὴν ἡγεμονικὴν τάξιν καὶ τὴν ἐμφάνειαν ἑαυτῶν ποιήσασθαι καὶ μὴ ἀπολείπεσθαι ἕως ἂν πέρας ἐπιτεθῇ τὸ κελευσθέν, εἰ δὲ μὴ, ἐγὼ αὐτὸς τὴν χώραν αὐτῶν ἀποπληρώσω ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Δομιττίου Μοδέστου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Ἀρινθέου τοῦ λαμπροτάτου Μεσορὴ δ. Αὐρήλιος Ἀπόλλων ῥιπάριος ἐγγυῶμαι τοῦς προκειμένους καὶ παραστήσω ὡς πρόκειται. ἐγγύη τῶν ια καὶ ιδ κεφαλαιωτῶν τῆς Ὑψηλιτῶν διὰ Ἀπόλλωνος ῥιπαρίου τῆς αὐτῆς πόλεως.