Ancient Greek
P.Lips. 1 53
Documentary Papyri, P.Lips. 1 53
Not analysed yet
Φλαυίοις Ἰσιδώρῳ καὶ Θεοδώρῳ ὀφφικιαλίοις τάξεως ἡγεμονίας Θηβαίδος παρὰ Αὐρηλίου Θεοδώρου …ὁμολογῶ ὀμνὺς τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ Γρατιανοῦ τῶν αἰωνίων Αὐγούστων ἀπαντήσειν ἅμα ὑμῖν εἰς τὴν τάξιν καὶ τὴν ἐμφάνειαν τὴν ἐμαυτοῦ ποιήσασθαι τῷ δικαστηρίῳ κατὰ κέλευσιν τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Ἰουλίου Ἰουλιανοῦ ἀπὸ κεφαλαιωτῶν ια ἰνδικτίονος καὶ πᾶσαν χώραν ἐμοῦ τε καὶ τοῦ υἱοῦ μου ἀποπληρῶσαι Θεοδώρου, εἰ δὲ μὴ, ἔνοχος ἔσομαι τῷ θείῳ ὅρκῳ καὶ τῷ ἐπηρτημένῳ περὶ τούτου κινδύνῳ. Αὐρήλιος Θεόδωρος ὁ προκείμεινος ἐγγυῶμαι καὶ ὤμοσα τὸν θεῖον ὅρκον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Μοδέστου καὶ Ἀρινθέου τῶν λαμπροτάτων. …