Ancient Greek
P.Lips. 1 55
Documentary Papyri, P.Lips. 1 55
Not analysed yet
Φλαυίῳ Ἰσιδώρῳ βενεφικιαρίῳ τάξεως ἡγεμονίας Θηβαίδος ἀπαιτητῇ τιρώνων Κωνσταντίνης καὶ Διοκλητιανοῦ πόλεως παρὰ Αὐρηλίου Π…ους Παχύμιος ἀπὸ Διοκλητιανοῦ πόλεως. ὁμολογῶ ὀμνὺς τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τῶν δεσποτῶν ἡμῶν Οὐάλεντος καὶ Οὐαλεντινιανοῦ καὶ Γρατιανοῦ τῶν αἰωνίων Αὐγούστων ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι Αὐρήλιον Παχῦμιν Ἱέρακος ὀνομασθέντα ἐπιμελητὴν ἢτοι ὑποκαταστάτην Ἀπολλωνίου Ἥρωνος ἐπὶ τῷ με αὐτὸν ἀγαγεῖν εἰς τὴν τάξιν καὶ παραδοῦναι Θέωνι τῷ ἐκεῖσε ἐπιμελητῇ· εἰ δὲ ἀπολειφθείη ἐγὼ αὐτὸς τὴν ὑπὲρ αὐτοῦ χώραν ἀποπληρώσοιμι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ ἐν…ι …ἐγγύη τοῦ …