Ancient Greek
P.Lips. 1 57 Ro
Documentary Papyri, P.Lips. 1 57r
Not analysed yet
…ω… …ῳ ὀφφικιαλίῳ …Αὐρήλιος Ἀχιλλεὺς ἀναγραφόμενος ἐπʼ ἀμφόδου πόλεως ἀπηλιώτου ὀνομασθεὶς ὑπὸ τῶν τῆς πόλεως τότε γενομένων γραμματέων εἰς ἐπιμέλειαν καὶ κατασκευὴν καὶ κατακομιδὴν δημοσίων ἱματίων λούδου μονομάχων τοῦ διεληλυθότος ζ ἔτους τῆς πρὸ ταύτης βασιλείας ὀμνύω τὴν τῶν Κυρίων ἡμῶν Μακριανοῦ καὶ Κυήτου Σεβαστῶν τύχην κατενεγκεῖν εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν καὶ παραδώσειν ἐν τῷ Ἐπεὶφ μηνὶ τοῦ ἐνεστῶτος α ἔτους τῷ ὀφφικίῳ τοῦ κρατίστου δικαιοδότου ἢ οἷς ἐὰν κελευσθῶ τὸ ἐπιβάλλον τῇ πόλει τρίτον μέρος χιτώνων μὲν ζεύγη ρμζ, περισκελῶν ζεύγη …καὶ συριῶν πζ ὑπὲρ τοῦ διεληλυθότος ζ ἔτους, καὶ τῆς παραδόσεως κομιεῖν με τῇ σῇ ἀνδρείᾳ τὰ ἐξ ἔθους γράμματα ἢ ἔνοχος εἴην τᾷ θείῳ ὅρκῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους α Αὐτοκρατόρων Καισάρων Τίτου Φουλουίου Ἰουνίου Μακριανοῦ καὶ Τίτου Φουλουίου Ἰουνίου Κυήτου Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Φαμενὼθ ι. Αὐρήλιος Ἀχιλλεὺς ὤμοσα τὸν προκείμενον ὅρκον καὶ κατάξω καὶ παραδώσω ὡς πρόκειται.