Ancient Greek
P.Lips. 1 56
Documentary Papyri, P.Lips. 1 56
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυίων Καισαρίου καὶ Ἀττικοῦ τῶν λαμπροτάτων. Αὐρηλίῳ Κύρῳ Φιλάμμωνος πολιτευομένῳ ἐνάρχῳ νυκτοστρατήγῳ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης παρὰ Αὐρηλίου Θεοδώρου Περιόδου σχολαστικοῦ καὶ γραμματικοῦ ἀπὸ τῆς αὐτῆς πόλεως ἑξῆς ὑπογράφοντος. ὁμολογῶ ὀμνὺς τὴν θείαν καὶ οὐρανίαν τύχην τῶν πάντα νικώντων δεσποτῶν ἡμῶν Ἀρκαδίου καὶ Ὁνωρίου τῶν αἰωνίων Αὐγούστων ἑκουσίως καὶ αὐθαιρέτως ἐγγυᾶσθαι Αὐρήλιον Ταυρίνον Περιόδου ὁμογνήσιον ἀδελφὸν ἀπὸ τῆς αὐτῆς πόλεως ἐπὶ τῷ αὐτὸν …εἴσω δέκα ἡμερῶν ἀπὸ τῆς σήμερον ἡμέρας, ἥτις ἐστὶν Μεχὶρ τρίτη μετὰ …γιου ἐπι…ς… τα… …φθηναι· ἐὰν δὲ ἀφυστερήσῃ καὶ μὴ παραστήσω, ἐγὼ αὐτὸς τὸν ὑπὲρ αὐτοῦ λόγον ὑπομενοῦμαι καὶ μηδὲν διεψεῦσθαι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Θεόδωρος Περιόδου γραμματικὸς καὶ σχολαστικὸς ἐγγυῶμαι τὸν ἀδελφὸν Ταυρίνον ὥστε παρ… εἴσω δέκα ἡμερῶν παραστῆσαι ἀπὸ τῆς σήμερον. κύριον τὸ χειρόγραφον ὡς πρόκειται. ἐγγύη Ταυρίνου Περιόδου ἀπὸ …