Ancient Greek
P.Lips. 1 58
Documentary Papyri, P.Lips. 1 58
Not analysed yet
…ἰνδικτίονος Λύκων πόλεως Φλαυίῳ Ἰσιδώρῳ ὀφφικιαλίῳ τάξεως η῾γεμονίας Θηβαίδος χαίρειν. ἐπειδὴ ἅμα σοι προσετάχθημεν ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Ἀντωνίου Δομιτιανοῦ κατιέναι εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν μεθʼ ἧς ὑπεδεξάμεθα ἐσθῆτος πρὸς διάδοσιν κατὰ τοῦτο ὁμολογῶ· ὑπεδεξάμην παρὰ Ἀπολλωνίου Βησᾶτος ἐπιμελητοῦ Πανὸς πόλεως καὶ παρὰ Μικκάλου Θεοδώρου τὰ ἐντάγια ἑαυτῶν τῆς ἑαυτῶν ἐσθῆτος ἧς διαδεδώκασιν ἤδη ἐπὶ τῆς αὐτῆς Ἀλεξανδρέων καὶ τηρήσω παρʼ ἐμαυτοῦ μέχρι Ἀλεξανδρείας ἢ ἀποδοῦναί σοι αὐτοὺς τοὺς ἀνθρώπους ἢ αὐτὰ τὰ ἐντάγια πρὸς ἀπολογίαν ἐπὶ τοῦ δικαστηρίου, τὴν δὲ χεῖρα ταύτην ἐξεδόμην σοι πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τοῦ δεσπότου ἡμῶν Γρατιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ β καὶ Πρόβου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου Φαῶφι ι. Αὐρήλιος Ὡρίων πρεσβύτερος Ἰουλιανοῦ ἐξεδόμην τὴν χεῖρα ὡς πρόκειται.