Ancient Greek
P.Lips. 1 59
Documentary Papyri, P.Lips. 1 59
Not analysed yet
ὑπατείας τοῦ δεσπότου ἡμῶν Φλαυίου Γρατιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ β καὶ Φλαυίου Πρόβου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου. Αὐρήλιος Μίκκαλος Ἀφθονίου ἄρξας βουλευτὴς Πανὸς πόλεως ἐπιμελητὴς ἐσθῆτος τρεισκαιδεκάτης ἰνδικτίονος Φλαυίῳ Ἰσιδώρῳ ὀφφικιαλίῳ τάξεως ἡγεμονίας Θηβαίδος χαίρειν. ὁμολογῶ παρειληφέναι παρά σου τὰ παρατεθέντα ὑπʼ ἐμοῦ ἐντάγια τῆς ἐσθῆτος τῆς ἐπιμελείας τοῦ ἀπογινομένου ιγ ἔτους ἔν τε στιχαρίοις καὶ χλαμύδι ἑξήκοντα ἐννέα ἐπὶ τῆς Ἀλεξανδρέων καὶ ἐκούφισα ἀπὸ τοῦ ἐνταγίου τῶν χλαμύδων χλαμύδας τρεῖς ὥστε ἑξήκοντα ἓξ χλαμύδας τοῦ ἐνταγίου διὰ τὸ χρείαν μοι ἐσχηκέναι ἀναλωμάτων εἰς συμπλήρωσιν τῆς ἀμεριμνίας τῶν παλλίων ἀλλωτρίου σου ὄντος ταύτης τῆς ὑποθέσεως διὰ τὸ ἐσχηκέναι με τὰ ἐντάγιά μου καὶ ἐκούφισα τὰς προειρημένας χλαμύδας τρεῖς εἰς τὴν προειρημένην συνπλήρωσιν τῶν παλλίων ?,τὴν τὲ χεῖρα ταύτην ἐξεδόμην σοι πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Μίκκαλος ὁ προκείμενος ἐθέμην σοι τὴν ἀσφάλειαν ὡς πρόκειται. …