Ancient Greek
P.Lips. 1 63
Documentary Papyri, P.Lips. 1 63
Not analysed yet
ὑπατείας τοῦ δεσπότου ἡμῶν Θεοδοσίου τοῦ αἰωνίου Αὐγούστου τὸ β καὶ Φλαυίου Κυνηγίου τοῦ λαμπροτάτου Παῦνι κ ἡ σχολὴ τῶν …τῆς ἡγεμονικῆς τάξεως διὰ τῶν ἑξῆς ὑπογραφόντων Κλαυδίῳ Χούει Βησᾶ πολιτευομένῳ τῆς Ἀντινόου πόλεως τῆς λαμπροτάτης χρυσώνῃ ἐπαρχείας Θηβαίδος χαίρειν. ἐπειδὴ ἐπὶ τοῖς προσταχθεῖσιν ὑπομνήμασι παρὰ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Εὐτολμίου Ἀρσενίου ἀπὸ λόγου διατυπώσεως γενομένης παρὰ τοῦ προηγησαμένου Εὐσεβίου λόγου ἀχύρου τοῖς ἀνιοῦσιν στρατιώταις εἰς Πεντάπολιν ἀπελευσομένοις εἰς Ἀφρικὴν τοῖς καὶ διὰ δευτέρου προστάγματος κελευσθεῖσι …ειν ὑπελείφθη νομίσματα τεσσεράκοντα τρία τῆς Κοπτιτῶν πόλεως, κατὰ τοῦτο ἐπιστέλλομέν σοι ταῦτα ποιῆσαι· λημματισθῆναι αὐτοῖς τοῖς Κοπτίταις ὑπὲρ κριθῶν ιε ἰνδικτίονος κατὰ τὸν ἐξαργυρισμὸν τὸν προσταχθέντα παρὰ τῆς μείζονος ἐξουσίας τῶν κυρίων μου τῶν λαμπροτάτων ἐπάρχων τῶν μοδίων τριάκοντα χρυσοῦ νόμισμα ὄβρυζον ἓν καὶ ὑπὲρ ἀσφαλείας σῆς ταύτην τὴν χεῖρα ἐξεθέμεθα ἐφʼ ὑπογραφῆς ἑκάστου καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. …