Ancient Greek
P.Lips. 1 65
Documentary Papyri, P.Lips. 1 65
Not analysed yet
ὑπατείας τοῦ δεσπότου ἡμῶν Οὐαλεντινιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ δ καὶ Νεωτερίου τοῦ λαμπροτάτου. Αὐρηλίῳ Κύρῳ Φιλάμμωνος πολιτευομένῳ ἐνάρχῳ νυκτοστρατήγῳ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης παρὰ Αὐρηλίου Νείλου Ἄμμωνος γνωστῆρος φυλῆς ἀπὸ τῆς αὐτῆς πόλεως. δίδωμι καὶ εἰσαγγέλλω τὸν ἑξῆς ἐγγεγραμμένον λειτουργὸν λειτουργήσαντα παρὰ τῇ σῇ ἐπιεικίᾳ πρὸς ἐνιαύσιον χρόνον ὑπὲρ τῆς δημοτικῆς αὐτοῦ λειτουργίας ἀντὶ Πασίωνος Κοπρέου ἀποθανόντος. ἔστι δέ· Φρουρίου λιβὸς Ὡρίων Ἁτρῆτος μητρὸς …. Αὐρήλιος Νεῖλος Ἄμμωνος γνωστὴρ ἐπιδέδωκα.