Ancient Greek
P.Lips. 2 142
Documentary Papyri, P.Lips. 2 142
Not analysed yet
ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Ἁθὺρ λ. Διέγραψεν ἐπὶ τὴν ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ ἐνκυκλίου τράπεζαν εἰς τὸν Αἰλίου Εὐτύχους τοῦ καὶ Κλέωνος νομάρχου Ἀρσινοίτου ἐνκυκλιακὸν λόγον διὰ Κρονίωνος Λογγεινία Πετρωνίλλα δουλικῶν σωμάτων δεκατριῶν Νεμεσίλλης καὶ …ος καὶ Νεμεσοῦτος καὶ Εὐτυχίδος καὶ …καὶ Ηρωνᾶτος καὶ Ἀφροδείτης καὶ …ης καὶ Σαραπιάδος καὶ Χρήστης …υ καὶ Ἀφροδειτοῦτος καὶ Σαραπίωνος ἀγοραστῶν παρὰ Λουκίου Ἑρεννίου Οὐάλεντος διὰ τοῦ ἐπιτρόπου Ποπλίου Αἰλίου Ἀπολλωνίου …ἐπὶ λόγου δραχμὰς τριακοσίας ……νι β …κώμη- Φιλαδελφεια- …