Ancient Greek
P.Lips. 2 143
Documentary Papyri, P.Lips. 2 143
Not analysed yet
Τιβέριος Κλαύδιος Σερῆνος ὁ καὶ Σαραπίων τῷ δεῖνι Ἡρακλᾶτος ἀπὸ Ὀξυρύγχων πόλεως χαίρειν. ὁμολογῶ ἔχειν σου ἐν παραθέσει πυροῦ γενήματος τοῦ διελθόντος …υ ἔτους Αὐρηλίου …Καίσαρος τοῦ κυρίου μέτρῳ δημοσίῳ ἡμιαρταβίῳ πυροῦ ἀρτάβας δεκαεπτά ,ἅς ὁπηνίκα ἐὰν αἱρῇς ἀποκαταστήσω σοι ἀνυπερθέτως. εἰ δὲ μή, ἐκτείσω σοι κατὰ τὸν τῶν παραθηκῶν νόμον γεινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κυρία ἡ χεὶρ οὖσα γραφεῖσα ὑπʼ ἐμοῦ τοῦ Τιβερίου Κλαυδίου Σερήνου τοῦ καὶ Σαραπίωνος πανταχῇ ἐπιφερομένη καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. ἔτους …