Ancient Greek
P.Lond. 1 p. 212 no. 113 (5 c)
Documentary Papyri, P.Lond. 1 113_5C
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ιη Μεσορὴ ιε δ ἰνδικτίονος ἐν Ἀρσίνοῃ Φλαουίῳ Στρατηγίῳ τῷ πανευφήμῳ ὑπάτῳ, παγάρχῳ τῆς Ἀρσινοιτῶν καὶ Θεοδοσίου πολιτῶν Αὐρήλιοι Οὐενάφριος υἱὸς …Ἰερεμίου καὶ Ἀβραὰμ υἱὸς Παπνουθίου καὶ Φοιβάμμων υἱὸς Οὐεναφρίου ἀπὸ ἐποικίου Ψινεύρεως τοῦ Ἀρσινοίτου νομοῦ χαίρειν. ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης ἑκουσίᾳ γνώμῃ ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι …ἐγγύη Οὐεναφρίου υἱοῦ Ἰερεμίου καὶ Ἀβραὰμ υἱοῦ Παπνουθίου καὶ Φοιβάμμωνος ἀπὸ ἐποικίου Ψινεύρεως ….