Ancient Greek
P.Lond. 1 p. 212-213 no. 113 (6 a)
Documentary Papyri, P.Lond. 1 113_6A
Not analysed yet
ἐν ὀνόματι τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου καὶ πάντων τῶν ἁγίων Φαρμοῦθι ζ ιε ἰνδικτίονος ἐν Ἀρσίνοῃ Αὐρηλία Μαρία θυγάτηρ Ἀίωνος λαχανοπράτου ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως Αὐρηλίᾳ Χάριτος θυγατρὶ Εὐδοξίᾳ ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν· ὁμολογῶ μεμισθῶσθαι παρὰ σοῦ ἀπὸ τῶν ὑπαρχόντων σοι ἐπὶ τῆσδε τῆς πόλεως ἐπʼ ἀμφόδου Ταμίων ἤτοι Κατωτέρου τόπον ἑνὰ ἀνεῳγμένον εἰς νότον μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου ἐφʼ ὅσον χρόνον βούλει ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Φαρμοῦθι τῆς παρούσης πεντεκαιδεκάτης ἰνδικτίονος παρεχούσης μου τῆς μισθωσαμένης ὑπὲρ ἐνοικίου αὐτοῦ ἐνιαυσίως χρυσίου νομισματίου τρίτον ὡς νομιτεύεται, χρυσίου νομισματίου γ ὡς νομιτεύεται· ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Μαρία θυγάτηρ Ἀίωνος στοιχεῖ μοι ἡ παροῦσα μίσθωσις ὡς πρόκειται. di emu Cosma μίσθωσις τόπου ἑνὸς ἐπʼ ἀμφόδου Ταμίων ἤτοι Κατωτέρου ὑπʼ Αὐρηλίας Μαρίας θυγατρὸς Ἀίωνος …εἰς Αὐρηλίαν Χάριτος