Ancient Greek
P.Lond. 2 p. 148-149 no. 276 [a]
Documentary Papyri, P.Lond. 2 276dupl
Not analysed yet
ἀντίγραφον ἀντιγράφου ἐπιστολῆς· Σέππιος Ῥοῦφος Λοκρητίωι ἑκατοντάρχηι οὗ ἐποιησάμην συνκρίματος ἐπʼ ὀνόματος Σαταβοῦτος τοῦ Ἑριέως εἰσδεδομένωι ἐν διαλογισμῶι α ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ περὶ τοῦ προσειλῆφθαι τῇ ἑαυτοῦ οἰκίᾳ ψιλοὺς τόπους ἀδεσπότους τὸ ἀντίγραφον σοι ὑποτέταχα ἵνʼ εἰδὼς κατακολούθῃς τοῖς διʼ αὐτοῦ σημαινομένοις αἰτησαμένωι Σαταβοῦτι χρόνον εἰς τὴν ἐπὶ τόπων ἀπόδειξιν ὑπερεθέμην εἰς διάκρισιν Λοκρητίου ἑκατοντάρχου καὶ τοῦ στρατηγοῦ καὶ βασιλικοῦ γραμματέως ὅπως ἐπὶ τοῦ διαλογισμοῦ τὴν διάκρισιν δηλώσωσι τῷ δὲ Σαταβοῦτι παρήγγειλα παρεῖναι τότε καὶ τὰς οἰκονομίας εἰ τινας ἔχει ἐπεσκεμμένας τῷ ἑκατοντάρχῃ ἐπιφέρειν ἔτους α Τιβερίου Καίσαρος Σεβαστοῦ Ἐπεὶφ ϛ