Ancient Greek
P.Lond. 2 p. 217 no. 277
Documentary Papyri, P.Lond. 2 277
Not analysed yet
ἀντίγραφον δανείου ὑποθήκῃ ἑβδόμου μέρους τῆς οἰκίας καὶ αὐλῆς ἐν τῇ Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος. Πανεφρύμμις Ἐριέως Πέρσης τῆς ἐπιγονῆς ἔχειν τὸ δάνειον παρὰ Στοτοήτιος τοῦ Τεσενούφις πρεσβυτέρου διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου ἐπισήμου κεφαλαίου νομίσματος δραχμὰς ἑξήκοντα τέσσαρας τετρώβολον τόκου ὡς ἐκ δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον ἃς καὶ ἀποδώσω ἐν μηνὶ Τῦβι τοῦ εἰσίοντος δεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ καθὼς πρόκειται. Θασῆς τῆς Νεσθνῆφις Περσίνη μετὰ κυρίου τοῦ προγεγραμμένος ἑαυτῆς ἑαυτῆς ἀνδρὸς Πανεφρύμις συνευδοκῶ ἐπὶ πᾶσι τοῖς προκειμένοις καθὼς πρόκειται· ἔγραψεν ὑπὲρ αὐτῶν Πανεφρύμμις Παπάιος διὰ τὸ μὴ εἰδέναι αὐτῶν γράμματα. ἀντίγραφον χαραγμοῦ ἔτους θ Τιβερίου Καίσαρος Σεβαστοῦ Μεχεὶρ θ. ἀναγέγραπται διὰ τοῦ ἐν τῇ Σοκνοπαίου Νήσου γραφείου.