Ancient Greek
P.Lond. 2 p. 194-195 no. 282
Documentary Papyri, P.Lond. 2 282
Not analysed yet
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Σεβαστοῦ κγ ἐν …τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Διονύσιος Εὐδαίμονος ὡς ἐτῶν πεντήκοντα ἑπτὰ οὐλὴ μετώπῳ δεξιῷ Σαταβοῦτι Στοτοήτιος ὡς ἐτῶν τεσσαράκοντα πέντε οὐλὴ …ἀριστερᾶι πεπρακέναι αὐτῶι τὸν ὁμολογοῦντα ἀπὸ τῶν ὑπαρχόντων αὐτῶι ὀνικῶν κτήνων ὄνον θηλείαν τελείαν μυόχρουν ταύτην τοιαύτην ἀναπόρριφον καὶ ἀπέχειν τὸν ὁμολογοῦντα παρὰ τοῦ Σαταβοῦτος τὴν συγκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσειν τὸν ὁμολογοῦντα καὶ τοὺς παρʼ αὐτοῦ τῶι Σαταβοῦτι πάσῃ βεβαιώσει ὑπογραφεὺς τοῦ Σαταβοῦτος Πτολεμαῖος ……ὡς ἐτῶν τεσσαράκοντα …οὐλὴ ἀντικνημίωι ἀριστερῷ Διονύσιος Εὐδαίμονος ὁμολογῶ πεπρακέναι ……νοντο μοι …κομις…