Ancient Greek
P.Lond. 2 p. 151-152 no. 300
Documentary Papyri, P.Lond. 2 300
Not analysed yet
Σαραπίων σεσημείωμαι. ἔτους ιγ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Μεχεὶρ ζ. Διονυσίωι καὶ Θέωνι γεγυμνασιαρχηκόσι βιβλιοφύλαξι ἐνκτήσεων Ἀρσινοίτου παρὰ Γαίου Οὐαλερίου Μαίορος ἃς ἀπεγραψάμην διʼ ὑμῶν τῇ ἐνεστώση ἡμέρᾳ περὶ τὸ Νέστου ἐποίκιον τῆς Ἡρακλείδου μερίδος κλήρου κατοικικοῦ ἀρούρας τεσσάρας βούλομαι παραχωρῆσαι Ἡρακλείδηι Διογένους τοῦ Ἀμμωνίου Σωσικοσμείωι τῷ καὶ Ἀλθαιεῖ ἀπογεγραμμένας τοῖς προτέροις καθαρὰς ἀπὸ ὀφειλῆς μεσιτείας παντὸς διεγγυήματος παραχωρητικοῦ δραχμῶν δισχιλίων τετρακοσίων . διὸ ἐπιδίωμι ὅπως ἐπιστάληι ὡς καθήκει.