Ancient Greek
P.Lond. 2 p. 256-257 no. 301
Documentary Papyri, P.Lond. 2 301
Not analysed yet
……παραλήμπτης ἐξ εὐσχημόνων ἐπὶ τοῦ ἐμβαλλομένου συναγοραστικοῦ πυροῦ ὀμνύω τὴν Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς τύχην ἀντιλήμψασθαι τῆς χρείας πιστῶς καὶ ἐπιμελῶς καὶ πᾶσαν φροντίδα ποιήσασθαι τοῦ παραμείναι τοὺς ἐπιπλόους μέχρι τῆς ἐν πόλει ζυγοστασίας καὶ παραδώσειν τὸν γόμον σῶον καὶ ἀκακούργητον τῷ ἐμαυτοῦ κινδύνῳ ἢ ἔνοχος εἴην τῷ ὅρκῳ Ἀπολλ… σεσημείωμαι