Ancient Greek
P.Lond. 2 p. 71-73 no. 304
Documentary Papyri, P.Lond. 2 304
Not analysed yet
Σαραπίωνι βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ταουήτιος τῆς Ἁρπαγάθου ἀπὸ κώμης Σοκνοπαίου Νήσου μετὰ κυρίου τοῦ συνγενοῦς Στοτοήτιος τοῦ Στοτοήτιος. οὓς ἀπεγραψάμην τῷ διεληλυθότι ϛ ἔτει Ἀντωνείνου Καίσαρος τοῦ κυρίου καμήλους πέντε πέπρακα τῷ διεληλυθότι μηνὶ Τῦβι Ἁρπαγάθῃ Σαταβοῦτος ἀπὸ τῆς κώμης καμήλους τρεῖς καὶ Σαταβοῦτι Σαταβοῦτος ὁμοίως ἀπὸ τῆς κώμης τοὺς λοιποὺς καμήλους δύο . ἐπεὶ οὖν οὐκ ἔχω ἑτέρους καμήλους ἐπιδίδωμι τὸν ἀπολογισμόν. ἔτους ζ Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ε …