Ancient Greek
P.Lond. 2 p. 74 no. 327
Documentary Papyri, P.Lond. 2 327
Not analysed yet
Σοκνοπαίου νήσου κάμηλος α Ἱέρακι στρατηγῷ καὶ Τειμαγένει βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἑκύσιος Ὥρου ἀπὸ κώμης Σοκνοπαίου νήσου Νήσου ὃν ἀπεγραψάμην τῷ διεληλυθότι α ἔτει ἐπὶ τῆς κώμης κάμηλον τέλειον ἕνα ἀπογράφομαι καὶ εἰς τὸ ἐνεστὸς β ἔτος τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Ἀντωνείνου καὶ Οὐήρου ἐπὶ τῆς αὐτῆς κώμης διὸ ἐπιδίδωμι. ἀπεγράφη παρὰ στρατηγῷ διὰ Ἰεύφου βοηθοῦ κάμηλος α Μεχεὶρ γ ἀπεγράφη παρὰ βασιλικῷ γραμματεῖ κάμηλος α Μεχεὶρ γ ἐξηριθμήθη συνφώνως