Ancient Greek
P.Lond. 2 p. 74-76 no. 328
Documentary Papyri, P.Lond. 2 328
Not analysed yet
Σοκνοπαίου Νήσου κάμηλος ἐξαριθμηθεὶς α Στεφάνῳ στρατηγῷ καὶ Ζωίλῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἁρπαγάθου Σαταβοῦτος τοῦ Ἁρπαγάθου ἀπὸ κώμης Σοκνοπαίου Νήσου ἀφʼ ὧν ἀπεγραψάμην τῷ διεληλυθότι β ἔτει ἐπὶ τῆς κώμης καμήλων δύο καὶ πώλου ἑνὸς λογιζομένου νυνὶ ἐν τελείοις τῶν ἐπὶ τὸ αὐτὸ καμήλων γ παρέσχον εἰς κυριακὰς χρείας τῶν ἀπὸ Βερνείκης γεινομένων πορείων τῷ διεληλυθότι μηνὶ Τῦβι κάμηλον ἕνα ἐξ ἐνκελεύσεως τοῦ λαμπροτάτου ἡγεμόνος Ἀννίου Συριακοῦ τοὺς δὲ λοιποὺς καμήλους β ἀπογράφομαι εἰς τὸ ἐνεστὸς γ ἔτος Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν ἐπὶ τῆς αὐτῆς κώμης ἐκ δὲ τούτων ἐπέμφθη ἐπὶ μισθοφορᾷ πρὸς χρείαν τοῦ καθελκομένου κίονος πορφυριτικοῦ ἐξ ἐνκελεύσεως τοῦ λαμπροτάτου ἡγεμόνος κάμηλος εἷς ἀπογέγραπται στρατηγῷ διὰ Ἀρτεμιδώρου βοηθοῦ κάμηλοι β Μεχεὶρ δ ἀπογέγραπται βασιλικῷ γραμματεῖ διὰ Ἀδράστου βοηθοῦ κάμηλοι β Μεχεὶρ δ ἐξηριθμήθη παρὰ στρατηγῷ συμφώνως. ἐξηριθμήθη παρὰ βααιλικῷ γραμματεῖ συμφώνως. ἐξαριθ παρὰ ξένῳ συμφώνως.