Ancient Greek
P.Lond. 2 p. 213 no. 341
Documentary Papyri, P.Lond. 2 341
Not analysed yet
Σώτας Θεογίτωνος διὰ τοῦ πατρὸς Θεογίτωνος Σώτατι Πτολεμαίου τοῦ Μύσθου χαίρειν· ἔσχον παρὰ σοῦ ἀφʼ ὧν ὀφείλεις τῷ προγεγραμμένῳ υἱῷ μου Σώτατι κατὰ δημόσιον χρηματισμὸν τελειωθὲν διὰ γραφείου κώμης Βουβάστου ἐπὶ λόγου ἀργυρίου δραχμὰς ἑκατὸν τέσσαρας γίνονται δραχμαὶ ρδ μὴ ἐλαττουμένου ὑπὲρ ὧν ἄλλων ὀφείλεις αὐτῷ ἀκολούθως οἷς ἔχει σου γράμματα· ἔτους τρίτου καὶ εἰκοστοῦ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Φαρμοῦθι πέμπτῃ.