Ancient Greek
P.Lond. 2 p. 173-174 no. 342
Documentary Papyri, P.Lond. 2 342
Not analysed yet
τῷ ἐπὶ τόπων διακειμένῳ βενεφικιαρίῳ παρὰ Παβοῦτος Στοτοήτεως ἀπὸ κώμης Σοκνοπαίου Νήσου σήμερον ἤτις ἔστιν κζ ἐπῆλθαν Σεμπρώνιος πρεσβύτερος τῆς κώμης καὶ οἱ σὺν αὐτῷ καὶ ἄλογον ἀηδίαν συνεστήσαντο πρόφασει τοῦ κατέχειν ἐπιπλόους τοὺς συνγενεῖς μου Ἑκῦσιν καὶ Ἀπύγχιν καὶ ἐκφοβηθέντες ἀφανεῖς ἐγένοντο οὕτοι δὲ ἐπῆλθαν τῇ οἰκίᾳ μου καὶ ὑβρίν μοι ἐποίησαν εἴποντες ὅτι δεῖ σὲ παραστῆσαι αὐτοὺς λέγοντες ὅτι κατειδῶμεν τις ἔσται ὁ καρπιζόμενος σε ἐστὶ δὲ ἀναιδὴς ἐν τῇ κώμῃ καὶ παρʼ ἑκάστᾳ λογείας ποιεῖται καὶ ἐργολάβει τοὺς ἀπὸ τῆς κώμης καὶ τίρωνας κυνηγῆσαι ὑστερον ἀργυρισθεὶς ἀπέλυσεν αὐτοὺς ὅθεν ἐπιδίδωμι καὶ ἀξιῶ ἀχθῆναι αὐτοὺς ἐπὶ σέ. διευτύχει ἔτους κε Παῦνι κζ