Ancient Greek
P.Lond. 2 p. 192-193 no. 350
Documentary Papyri, P.Lond. 2 350
Not analysed yet
Μονίμῳ Γεμέλλῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Στοτοήτεως Ἁρπαγάθου καὶ Πανεφρέμμεως Πακύσεως καὶ Ὥρου Πακύσεως καὶ Πακύσεως Ὥρου καὶ Ἀμούνεως Πακύσεως τῶν πέντε ἀπὸ κώμης Σοκνοπαίου Νήσου βουλόμεθα μισθώσασθαι ἀπὸ χέρσου αἰγιαλίτιδος γῆς περὶ τὴν αὐτὴν κώμην ἐν τόπῳ Καρβασήϊτος λεγομένῳ ἀρούρας ἑκατὸν πεντήκοντα πρὸς μόνον τὸ ἐνεστὸς κα ἔτους ἐκφορίου κατʼ ἄρουραν ἀνὰ πυροῦ ἀρτάβας δύο γείτονες πάντοθεν αἰγιαλοῦ ἐδάφη ἐὰν δέ τις ἄβροχος ἢ καθʼ ὕδατος γένηται παραδεχθήσεται ἡμῖν τὸ ἐκφόριον πρὸς ἕτερον δὲ λόγον οὐδὲν ἁπλῶς πραχθησόμεθα ἔτους κα Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Φαῶφι λ Στοτοῆτις Ἁρπαγάθου καὶ Ὧρος Πακύσεως ἐπιδεδώκαμεν ὡς πρόκειται. Στοτοῆτις ἔγραψα καὶ ὑπὲρ τοῦ Ὥρου ἀγραμμάτου. Πανεφρέμις Πακύσεως συνεπιδέδωκα. Ἀμοῦνις συνεπιδέδωκα. Πακῦσις συνεπιδέδωκα.