Ancient Greek
P.Lond. 2 p. 93-94 no. 351
Documentary Papyri, P.Lond. 2 351
Not analysed yet
ἔτους β Αὐτοκρατόρων Καισάρων Μάρκου Ὀπελλίου Σεουήρου Μακρίνου καὶ Μάρκου Ὀπελλίου Ἀντωνίνου Διαδομενιανοῦ Εὐτυχῶν Σεβαστῶν Παῦνι ι Αὐρήλιος Ἅρπαλος καὶ μέτοχοι σιτολόγοι κώμης Νειλοῦ πόλεως διὰ Αὐρηλίου Νειλάμωνος γραμματέως σιτολόγων κώμης Νειλοῦ πόλεως μεμετρήμεθα τοῦ αὐτοῦ μηνὸς ἀπὸ γενημάτων τοῦ αὐτοῦς ἔτους ἐν θησαυρῷ τῆς προκειμένης κώμης μέτρῳ δημοσίῳ ξυστῷ εἰς Πατῖσιν Ματάει Σοκνοπέου Νήσου πυροῦ ἀρτάβας τρεῖς γίνονται πυροῦ γ ὁμοίως Ἐπὶφ θ πυροῦ ἀρτάβας δύο γίνονται πυροῦ β