Ancient Greek
P.Lond. 2 p. 112-113 no. 353
Documentary Papyri, P.Lond. 2 353
Not analysed yet
Κασιανῷ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ …Στοτοήτεως μητρὸς Θαήσεως καὶ Ὥρου Ἁρπαγάθου τοῦ Στοτοήτεως μητρὸς Τανεφρέμμεως καὶ Στοτοήτεως …τως τῶν γ ἱερέων δ φυλῆς καὶ Στοτοήτεως …τος μητρὸς Στοτοήτεως καὶ Πακύσεως …μητρὸς Τααρπαγάθης τῶν δύο ἱερέων ε φυλῆς …τῶν πέντε ἱερέων πενταφυλίας Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου καὶ Σοκνοπιαίιος θεοῦ μεγίστου καὶ ἱεροῦ χαριτησίου καὶ Ἴσιδος Νεφρέμιδος καὶ Ἴσιδος Νεφορσήους καὶ τῶν συννάων θεῶν ἱεροῦ λογίμου ἐν κώμῃ Σοκνοπαίου Νήσου κατεχωρίσαμεν σοι γραφὴν ἱερέων καὶ χειρισμοῦ τοῦ προκειμένου ἱεροῦ τοῦ ἐνεστῶτος δ ἔτους τῶν Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος Σεβαστῶν ἐσημειώθη δ ἔτους Μεσορὴ λ