Ancient Greek
P.Lond. 2 p. 178 no. 355
Documentary Papyri, P.Lond. 2 355dupl
Not analysed yet
…ψιλῶν τόπων τοῦ προφήτου καθοριζομένου τοὺς πεπραμένους ὑπʼ αὐτοῦ τόπους ἐπικεκρατῆσθαι ὑπὸ τε τοῦ πατρὸς αὐτοῦ καὶ τῶν προγόνων ἅπερ ἦν αὐτοῦ πατρικὰ ἔγγα ια ὧν καὶ νῦν ἐπικρατεῖν πύργου καὶ προνησίου καὶ ἄλλων συνκυρόντων, τοῦ δὲ ἐνκαλοῦντος Νεστνήφιος ἀνθοριζομένου τὴν ὅλην περίστασιν τῶν τοπῶν ἐν ᾗ εἶναι τὸν πύργον καὶ τὸ προνήσιον καὶ τοὺς πεπραμένους ὑπὸ τοῦ προφήτου τόπους λαάρχου τινὸς ἀρχαίου γεγονέναι καὶ ὑποπίπτειν τῷ ἰδίῳ λόγῳ ἐν ἐπικρίσει τετάχαμεν διὰ τὸ τοὺς πρεσβυτέρους μὴ τὸ αὐτὸ συνορίζεσθαι, περὶ δὲ μόνων τῶν πεπραμένων ψιλῶν τόπων κεχειρογραφηκέναι ἀδεσπότους αὐτοῖς πεφηνέναι οἰκονομίας …μὴ ἐπενηνοχέναι Σαταβοῦς …ἀπαιτεισθω ὑπὲρ ἐπιβεβαιώσεως ψιλῶν τόπων δραχμὰς φ