Ancient Greek
P.Lond. 2 p. 216 no. 360
Documentary Papyri, P.Lond. 2 360dupl
Not analysed yet
…ὁμοπατρίοις καὶ ὁμομητρίοις ἀδελφαῖς Ταουήτει ὡς ἐτῶν με οὐλὴ γαστροκνημίᾳ δεξιᾷ καὶ Τασισοείτι ὡς ἐτῶν λε οὐλὴ γαστροκνημίᾳ ἀριστερᾷ ἑκατέραις μετὰ κυρίου τῆς μὲν Ταουήτεως τοῦ ἀνδρὸς Στοτοήτεως Σαταβοῦτος του Στοτοήτεως ὡς ἐτῶν …οὐλὴ γαστροκνημίᾳ δεξιᾷ καὶ τῆς Τασισοεῖτος τοῦ συγγενοῦς Στοτοήτεως Ἁρπαγάθου ὡς ἐτῶν …οὐλὴ μήλῳ ἀριστερῷ ταῖς δυσὶ ἀπεχειν παρʼ αὐτῶν τὸν ὁμολογοῦντα τὸ ἐπιβάλλον ἑκάστῃ πέμπτον μέρος ὧν ὀφείλει ἡ μήτηρ αὐτῶν τῷ προγεγραμμένῳ υἱῷ Στοτοῆτι καθʼ ὁμολογίαν τελειωθεῖσαν τῷ ἐνεστῶτι ἔτει μηνὶ Σεβαστῷ εἰκάδι ὅλων ἀργυρίου δραχμῶν ωμ καὶ μηδὲν τὸν ὁμολογοῦντα Στοτοῆτιν ἐγκαλεῖν ταῖς ἀδελφαῖς περὶ ὧν ἀπέχει ὡς πρόκιται ἀλλὰ συνχωρεῖ ταῖς ἀδελφαῖς ἑκάστῃ πέμπτον μέρος οὗ ἔχει δικαιώματος τῆς ὑπαρχούσης τῇ μητρὶ αὐτῶν παιδίσκης δούλης ἧς ὄνομα Ταορσενούφεως ἀνεξαλλοτρίωτον καὶ ἀκαταχρημάτιστον εἶναι φυλάξειν τὴν μητέρα διὰ τὸ ἐπὶ τούτοις τὴν ὁμολογίαν γεγονέναι. ὑπογραφεὺς Στοτοῆτις Στοτοήτεως ὡς ἐτῶν κε οὐλὴ μετώπῳ μέσωι