Ancient Greek
P.Lond. 2 p. 150-151 no. 359
Documentary Papyri, P.Lond. 2 359
Not analysed yet
παραχειρογραφησάντων τὰ ἀκόλουθα γενέσθαι καὶ εἰ δόξει πρὸς τὸν ἐπὶ Τούσκῳ ἐπιδοθέντα λόγον τῶν προσόδων τὴν σύνκρισιν γενέσθαι καὶ τὰ πλείω ὑπʼ αὐτῶν ἐνλογηθέντα ἀναλημφθῆναι καὶ τῶν ἐμφερομένων μὴ ὑπακουσάντων Ἰοῦστος ὑπέγραψεν. αἱ πρόσοδοι καὶ αἱ συντάξεις κρατείσθωσαν ἕως με διδάξωσι ὁ δὲ κατήγορος μὴ ὑπακούσας πραχθήτω δραχμὰς διακοσίας ἐν μὲν οὖν τῷ κατηγόρῳ ἀνελήμφθησαν δραχμὰς σ καὶ τὰ προσδιαγραφόμενα ἐδηλώθη δὲ ἐπὶ τῆς ἐξετάσεως τοὺς μὲν ἄλλους πραγματ… …δε… …την… …τ…ν ἱερε…