Ancient Greek
1007a.1 to 1007a.26
Documentary Papyri, P.Lond. 3 1007a.1-26
Not analysed yet
…κ ὡς ὑποτέτακται ἐγὼ ὁ αὐτὸς ὁ α κατὰ διάφορά μου ἰδιόχειρα πιττάκια τέσσαρα ἐδανεισάμην παρὰ τῆς σῆς θαυμασιότητος νομισμάτια ξβ 𐅵εὔσταθμα ὧν τὸ μὲν πρῶτον γεγένηται Παχὼν τρεισκαιδεκάτῃ τῆς παρελθούσης α ἰνδικτίονος νομισματίων ϛ εὐστάθμων καὶ ὑπεθέμην αὐτῇ εἰς ἀσφάλειαν αὐτῶν θυίσκια ἀργύρεα δύο ,τὸ δὲ δεύτερον γέγονεν …τῆς αὐτῆς α ἰνδικτίονος ἑτέρων νομισματίων λϛ εὐστάθμων καὶ δέδωκά σοι λόγῳ ἐνεχύρων τούτων ἀργύρεον μεσσω… …τῷ καλαμαρίῳ ἔχον εἰς τὸ μέσον τὸν Διόνυσον καὶ τὴν Ἀριάδνην καὶ εἰς τὸ χεῖλος ἄμπελον καὶ τὸ τρίτον συγγέγραπται Τῦβι ἑβδόμῃ τῆς παρελθούσης τρίτης ἐπινεμήσεως ἑτέρων νομισματίων ιϛ εὐστάθμων ἐπὶ ἐνεχύρῳ καυκίων ἀργυρέων δύο καὶ τὸ τέταρτον γέγονεν Παχὼν πεντεκαιδεκάτῃ …τῶν ὑπολοίπων νομισματίων δ 𐅵εὐστάθμων ἐνεχύρων δεδομένων σοι παρʼ ἐμοῦ εἰς ἀσφάλειαν αὐτῶν …ἀργυρέων τριῶν καὶ κοχλιαρίου ἑνὸς τὰ δὲ δύο θυίσκια ἐν ἑκάστῳ δὲ τῶν αὐτῶν ἰδιοχείρων μου πιττακίων …ς καὶ τοὺς νομίμους τόκους ἀλλʼ ἀφʼ οὗ χρόνου γεγένηνται τὰ αὐτὰ ἰδιόχειρά μου πιττάκια τέσσαρα κατὰ τὸν ἑκάστῳ ἐγκείμενον χρόνον τῶν αὐτῶν νομισματίων ξβ 𐅵εὐστάθμων οὐδὲ …ων ἀρχαίων καταβέβληκα εἰς τὴν σὴν θαυμασιότητα οὐδὲ τοὺς νομίμους τόκους καθα …ται μοι ἐν ἑκάστῳ τῶν ἰδιοχείρων μου πιττακίων ὡς ἐντεῦθεν ὑπερβαίνειν …καὶ τοὺς συναχθέντας τούτου νομίμους τόκους τοῦ παραδρομοῦντος χρόνου …ν τὴν τιμὴν τῶν προειρημένων καὶ ὑποτεθέντων σοι παρʼ ἐμοῦ ἀργυρέων εἰδῶν καὶ τῆς σῆς θαυμασιότητος …νησιν προσαγαγούσης μοι περὶ τῆς ἀποδόσεως τῶν τε νομισματίων ξβ 𐅵εὐστάθμων καὶ τῶν ἐπισυναχθέντων τούτων νομίμων τόκων παρακέκληκα αὐτὴν τὰ εἰρημένα ἀργύρεα εἴδη κομίσασθαι παρʼ ἐμοῦ δικαίῳ ἐκχωρητικῆς ἀπολογίας ἤτοι ἀποταγῆς ἀντὶ τῶν αὐτῶν τοῦ χρυσίου νομισματίων ξβ 𐅵εὐστάθμων καὶ τῶν ἐπισυναχθέντων αὐτῶν νομίμων τόκων παντὸς τοῦ παρεληλυθότος χρόνου μέχρι τοῦ νῦν καὶ ἡ σὴ ὑπεροχὴ τοῦτο πράττειν ἐδυσχέρανεν φάσκουσα μὴ εἶναι ἄξια τὰ αὐτὰ ἀργύρεα εἴδη μήδε τῆς αὐτῆς ποσότητος χρυσίου ἀρχαίου τε καὶ τόκων, τελευταῖον δὲ πλείστων …παρακλήσεων προσενηνεγμένων αὐτῇ παρʼ ἐμοῦ περὶ τούτου ἠνέσχετο ταῦτα κομίσασθαι ἀντὶ τῶν αὐτῶν τοῦ χρυσίου τῶν νομισματίων ξβ 𐅵εὐστάθμων καὶ τῶν ἐπισυναχθέντων αὐτῶν νομίμων τόκων παντὸς τοῦ προεληλυθότος χρόνου μέχρι τῆς δεῦρο καὶ τούτου χάριν ἀσμένως ἐπὶ τὴν παροῦσαν ἐκχωρητικὴν ὁμολογίαν ἤτοι ἀποταγὴν συνελήλυθα πρὸς αὐτὴν διʼ ἣς ὁμολογῶ ἐκτὸς παντὸς δόλου καὶ τὰ ἄλλα τά τε δύο θυισκία καὶ τὰ δύο καυκία καὶ τὰ τρία γάρηρα καὶ τὸ κοχλιάριν τυγχάνουσιν