Ancient Greek
1007a.27 to 1007a.34
Documentary Papyri, P.Lond. 3 1007a.27-34
Not analysed yet
…πέντε τῷ καλαμαρίῳ ἐκχωρεῖν καὶ παραχωρεῖν καὶ ἐκκεχωρηκέναι καὶ παρακεχωρηκέναι τῷ προκειμένῳ εὐδοκιμωτάτῳ τῷδε τὰ προκείμενα ἀργύρεα εἴδη εν…ησα τῶν δεκατριῶν λιτρῶν καὶ σοι αὐτὰ ἀποτετάχθαι ἀντὶ τῶν αὐτῶν νομισματίων ξβ 𐅵εὐστάθμων καὶ τῶν ἐπισυναχθέντων νομίμων τόκων παντὸς τοῦ προλεγομένου χρόνου μέχρι τῆς σήμερον καὶ οὐδένα λόγον ἔχειν μὴ ἐμὲ μὴ κληρονόμος μου ὑπὲρ μηδενὸς μὴ πρὸς τὴν σὴν θαυμασιότητα μὴ πρὸς κληρονόμους σου καὶ διαδόχους παντοίους ὑπὲρ τῶν αὐτῶν ἀργυρέων εἰδῶν …κεν εντιθ… διὰ τὸ παρακληθεῖσαν αὐτὴν παρʼ ἐμοῦ ἠνεσχῆσθαι τὰ αὐτὰ κομίσασθαι ἀντὶ τῶν ὡς πολλάκις εἴρηται τοῦ χρυσίου νομισματίων ξβ 𐅵εὐστάθμων καὶ τῶν ἐπισυναχθέντων τούτων νομίμων τόκων