Ancient Greek
P.Lond. 3 p. 265 no. 1008
Documentary Papyri, P.Lond. 3 1008
Not analysed yet
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους τριακοστοῦ πέμπτου μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους εἰκοστοῦ Παῦνι εἰκὰς ἑβδόμη τῆς δεκάτης ἰνδικτίονος …τήνδε τὴν περιεκτικὴν διάλυσιν βεβαίαν οὖσαν πανταχοῦ προφερομένην τίθενται καὶ ποιοῦνται πρὸς ἀλλήλους δισσὴν γραφεῖσαν ὁμότυπον προ… χάρτην πρὸς ἀσφάλειαν ἐκ μὲν ἑνὸς μέρους Αὐρήλιοι Ἡρακλάμμων καὶ Λουλοῦς καὶ Μηνᾶς οἱ τρεῖς ὁμογνήσιοι ἀδελφοὶ ἐκ πατρὸς τοῦ τῆς μακαρίας μνήμης Σαραπίωνος ἑξῆς ὑπογράφοντες, ἐκ δὲ τοῦ ἑτέρου μέρους Αὐρηλία Ἄμα Λεετ ὁμογνησία αὐτῶν ἀδελφὴ ἐκ τῶν αὐτῶν γονέων τοῦ ταύτης ἀνδρὸς ἐγγυωμένου καὶ ἀναδεχομένου τὸ πρόσωπον αὐτῆς σὺν πᾶσι τοῖς ἐμφερομένοις αὐτῇ κεφαλαίοις τε καὶ ὁμολογήμασι ἰδίῳ ἑαυτοῦ κινδύνῳ καὶ τῆς παντοίας αὐτοῦ ὑποστάσεως …προστάγματος αὐτοῦ τοῦ εἰρημένου αντ…