Ancient Greek
P.Lond. 3 p. 265-267 no. 1012
Documentary Papyri, P.Lond. 3 1012
Not analysed yet
ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βασιλείας τῶν θειοτάτων καὶ γαληνοτάτων καὶ θεοστεφῶν ἡμῶν δεσποτῶν Φλαυίων Ἡρακλείου καὶ Ἡρακλείου Νέου Κωνσταντίνου τῶν αἰωνΐων Αὐγούστων Αὐτοκρατόρων καὶ μεγίστων εὐεργετῶν ἔτους εἰκοστοῦ τρίτου Θὼθ δεκάτῃ ἑβδόμης ἰνδικτίονος. Αὐρηλίῳ Δανιηλίῳ γεωργῷ υἱῷ τοῦ μακαρίτου Χριστοδώρου ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Ἰωσηφίου υἱοῦ Παύλου ἐκ μητρὸς Μάρθας γεωργοῦ ἀπὸ τῆς αὐτῆς Ἑρμουπολιτῶν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ πρὸς μόνον ἐνιαυτὸν ἤτοι καρπῶν τῆς σὺν θεῷ εἰσιούσης ὀγδόης ἰνδικτίονος καὶ μόνης τὰς διαφερούσας σοι ἀρούρας τρεῖς σπορίμης γῆς πεπληρωμένων τῶν ἑξήκοντα τεσσάρων ἁμμάτων τῷ δικαίῳ σχοινίῳ ἑκάστης ἀρούρης διακειμένας ἐν γεωργίῳ λεγομένῳ Τβῶτε ἐν πεδιάδι κώμης Θύνεως καὶ ὑπὸ τὴν ταύτης παραφυλακὴν τοῦ Ἑρμουπολίτου νομοῦ μετὰ τοῦ μέρους αὐτῶν τοῦ ἐκεῖσε λάκκου καὶ κυκλευτηρίου καὶ βουστασίου καὶ παντὸς δικαίου εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι φόρου σίτου ἀρταβῶν δεκαπέντε γίνονται σίτου ἀρτάβαι ιε ὅνπερ φόρον νέον καλὸν καθαρὸν κεκοσκινευμένον μέτρῳ σῷ Ἀθηναίῳ ἀποδώσω καὶ ἀποκαταστήσω σοι εἰς τὸν οἶκόν σου ἐν Ἑρμουπόλει ἰδίοις μου ζῴοις καὶ ἀναλώμασι ἐν τῷ Ἐπεὶφ μηνὶ τῆς αὐτῆς ἰνδικτίονος. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰωσήφιος υἱὸς Παύλου …αν …ορ …Ἰωσηφίου υἱοῦ Παύλου γεωργοῦ ἀπὸ ευφ…